«ἐὰν μὲν γὰρ ᾖς σώφρων καὶ ἀνδρεῖος καὶ τὴν τοῦ Διὸς ἐπιστάμενος τέχνην τὴν βασιλικήν, οὐθέν σε κωλύει τοῦ Διὸς εἶναι υἱόν· ἐπεὶ τοῦτό γε καὶ Ὅμηρόν φασι λέγειν, ὅτι πατήρ ἐστιν ὁ Ζεύς… ὥσπερ τῶν θεῶν, καὶ τῶν ἀνδρῶν, ἀλλ᾽ οὐ τῶν ἀνδραπόδων οὐδὲ τῶν φαύλων τε καὶ ἀγεννῶν οὐδενός· ἐὰν δὲ δειλὸς ᾖς […]
